Ancient Greek · ~2 min
Book 5, Chapter 14
Theophrastus, De causis plantarum (lib. 2-6) 5.14.9
Not analysed yet
καὶ γὰρ χώρα τις ἄφορος ἡ μὲν διὰ λιπαρότητα, ἡ δὲ διὰ λεπτότητα καὶ ἀὴρ κωλύει περισκελὴς ὢν ἐφ' ἑκάτερα καὶ ὕδατος ἔνδεια καὶ πλῆθος· φθείρει γὰρ καὶ τὸ στάσιμον ἐὰν ὑπεραίρῃ τὸ μέγεθος τοῦ δένδρου, καθάπερ ἐν ταῖς ἐπομβρίαις καὶ τοῖς λιμνουμένοις τόποις, ὃ καὶ περὶ Φενεὸν ξυνέβαινεν· ὅπου δ' ἀπορροὴ γίνεται κᾂν ἔχῃ βάθος διαφέρουσι μᾶλλον· βοηθεῖ γὰρ ἡ κίνησις καὶ τῷ ἱκανὸν ἀεὶ τὸ προσπίπτον εἶναι· τούτων μὲν οὖν ταύτας ὑποληπτέον τὰς αἰτίας.