Ancient Greek · ~2 min
Book 5, Chapter 16
Theophrastus, De causis plantarum (lib. 2-6) 5.16.3
Not analysed yet
Ὅσα δὲ καὶ τετρωμένα καὶ κολαζόμενα βελτίω γίνεται καὶ καρπιμώτερα δῆλον καὶ ταῦθ' ὑπομένειν. Πληγὴν μὲν οὖν καὶ διαίρεσιν τὰ τοιαῦτα δέχεται· σχίσιν δὲ τοῦ στελέχους πρὸς τούτοις ἄμπελος καὶ συκῆ καὶ ῥόα καὶ μηλέα, τὰ δὲ ἄλλα ἀπόλλυται· ὅσα γὰρ αὖ πληγέντα καὶ σχισθέντα συμμύει πάλιν καὶ συμφύεται ταῦθ' ὥσπερ ὑγιασθέντα ζῇ καὶ οὐχ ὥσπερ ἐκεῖνα διεσχισμένα (μένει)· τῆς δ' ὑπομονῆς αἴτιον ἡ ὑγρότης καὶ ἡ φύσει μανότης· τροφήν τε γὰρ ἱκανὴν λαμβάνουσι καὶ οὐκ ἀναξηραίνεται διὰ τὴν σχίσιν, ὑπὸ δὲ τοῦ ψύχους οὐδὲν πάσχουσιν.