Ancient Greek · ~2 min
Book 5, Chapter 16
Theophrastus, De causis plantarum (lib. 2-6) 5.16.4
Not analysed yet
Εἰ δ' οὕτω δεῖ λαβεῖν τὴν σχίσιν ὥστε ἀνέχεσθαι μὲν ἃ μόνα δοκεῖ τῶν ἡμέρων τοῦτο δύνασθαι συκῆ, ἄμπελος, ἐλάα, ἀμυγδαλῆ διὰ τὸ συμμύειν τάχιστα . . . δι' ὃ καὶ δύσχιστα τῷ κολλώδη τὴν ὑπόστασιν ἔχειν· καὶ γὰρ ὁ ὀπὸς καὶ τὸ τῆς ἐλάας τοιοῦτο καὶ πᾶν τὸ λιπαρὸν, τὸ δὲ τῆς ἀμπέλου ξύλον αὐτὸ τοιοῦτον· σημεῖον δὲ ὅτι καὶ σχιζόμενα τὰ κλήματα καὶ τῆς ἐντεριώνης ἐξαιρουμένης τάχα συμφύεται· καὶ τούτου γε μᾶλλον ὁ κάλαμος, καὶ γὰρ συνέρχεται αὐτόματος· φασὶ δὲ καὶ τὴν ἄπιον σχίζεσθαι· περὶ μὲν οὖν τούτων σκεπτέον.