Ancient Greek · ~2 min
Book 5, Chapter 17
Theophrastus, De causis plantarum (lib. 2-6) 5.17.2
Not analysed yet
Σημεῖον δ' ὅτι καὶ τὰ ξύλα τὰ ἔμμητρα διαστρέφεται κατειργασμένα ἤδη μέχρι οὗ ἂν τελέως ἀναξηρανθῇ, δι' ὃ καὶ ἔνσχιστα καὶ οὐκ ἔμμητρα ποιοῦσι τὰ τῆς ἐλάτης καὶ τῆς πεύκης. Ταύτης δ' οὖν μέχρι μέν τινος ἐξαιρουμένης οὐκ ἄτοπον διαμένειν τὸ δένδρον ὥσπερ καὶ τοῦ φλοιοῦ μέχρι τινὸς ἀφαιρουμένου, τελέως δ' ἐξαιρεθείσης αὐαίνεσθαι καθάπερ ἀρχῆς τινος ἢ καὶ οἰκείας ὑγρότητος συμφύτου στερούμενον.