Ancient Greek · ~2 min
Book 5, Chapter 17
Theophrastus, De causis plantarum (lib. 2-6) 5.17.1
Not analysed yet
Ἡ δὲ τοῦ φλοιοῦ περιαίρεσις κοινὴ πάντων ἢ τῶν πλείστων ἐστὶ φθορὰ, περὶ ἧς εἴρηται πρότερον. Εἴτε γὰρ ἐν τοῖς κυρίοις ἐστὶ τοῦ ζῆν εἴτε καὶ ἀπὸ τούτων πυκνουμένων διϊκνεῖται πρὸς τὸ ὅλον εὔλογον καὶ οὕτως. Ἡ δὲ μήτρα μέχρι μέν τινος ἐξαιρουμένη οὐ φθείρει, δι' ὅλου δὲ φθείρει καθάπερ οἱ περὶ Ἀρκαδίαν φασὶ καὶ πεύκην καὶ ἐλάτην καὶ ἀλλ' ὅτι ἄν· οὐκ ἄλογος δ' οὐδὲ ταύτης ἡ αἰτία· καὶ ταῦτ' εἴη τῶν εἰρημένων· ὑγρότατον γὰρ δοκεῖ καὶ ὥσπερ μάλιστα εἶναι ζωτικόν.