Ancient Greek · ~3 min
Book 5, Chapter 17
Theophrastus, De causis plantarum (lib. 2-6) 5.17.6
Not analysed yet
χαλεπαὶ δὲ καὶ αἱ ἐπιβοσκήσεις ὅτι συνεπικάουσιν ἅμα τῇ τομῇ καὶ ἀφαιρέσει δι' ὃ καὶ ὁ πόνος πλείων. Ἴδιον δὲ τὸ περὶ τὸν φοίνικα καὶ τὴν πίτυν· ὅταν γάρ τι κολουσθῇ ταῦτ' οὐκ ἀπόλλυται μὲν, ἄκαρπα δὲ γίνεται· τὴν δ' αἰτίαν παραπλησίαν ὑποληπτέον εἶναι τοῖς πρότερον ὅτι τῆς ἀρχῆς ἀλλοιουμένης καὶ ἀσθενεστέρας γινομένης ἀφαιρεῖταί (τι) τῆς δυνάμεως καὶ μάλιστα τὸ ἔσχατον καὶ τελεώτατον ὁ καρπός. Ἅμα δὲ καὶ ἡ μὲν βλάστησις ὑπάρχει καὶ ὥσπερ ἤδη γέγονεν, ἐκεῖνον δὲ δεῖ γίνεσθαι· τὸ δ' ἐν γενέσει καὶ μέλλον εἶναι τοῦ ὄντος ἀσθενέστερον· ἐπὶ τούτων δὲ μάλιστ' ἢ μόνων ὅτι ὀλιγόκαρπα καὶ βραδύκαρπα κατά γε τὴν παρ' ἡμῖν φυτείαν· ἐν δὲ ταῖς οἰκείαις χώραις ἴσως οὐκ ἀκαρπεῖ οὐδὲ θαυμαστὸν εἰ μὴ ἀκαρπεῖ ταῦτ' ἐκεῖ κολουόμενα.