Ancient Greek · ~2 min
Book 5, Chapter 17
Theophrastus, De causis plantarum (lib. 2-6) 5.17.7
Not analysed yet
Τὰ δὲ τῆς ἀρχῆς ὅτι μεγάλα πολλαχόθεν μὲν φανερόν· εἰ δὲ μὴ καὶ ἐκ τῶν βλαστήσεων ὅταν κακωθῶσιν ἐν ἄλλοις τε καὶ οὐχ ἥκιστα ἐν τῇ ἀμπέλῳ· κατεδεσθεῖσα γὰρ ὑπὸ τῶν κτηνῶν οὐκέτι δύναται βλαστάνειν, ἀλλ' αὐτὴ ἡ τῆς βλαστήσεως ἐπιρροὴ παύεται καὶ ἀποσβέννυται, ᾧ φαίνεται ὥσπερ τυφλουμένη καὶ πηρουμένη πως· ἰσχυρὸν δὲ ἐν ἅπασιν ἡ ἀρχὴ καὶ ἀσθενὲς οὐ τὸν αὐτὸν δὲ τρόπον· ἐπεὶ ὅτι γε βλαστητικὸν ἄμπελος καὶ αἱ εἰς τὸν ὕστερον χρόνον ἐπιβλαστήσεις μηνύουσιν.