Ancient Greek · ~1 min
Book 5, Chapter 18
Theophrastus, De causis plantarum (lib. 2-6) 5.18.3
Not analysed yet
Μέγα δ' οἱ τόποι διαφέρουσιν εἰς φυλακὴν ἐὰν ὦσι ξηροὶ καὶ ψυχροί. Διαμένουσι γὰρ πλείω χρόνον ὥσπερ ἔν τε Μηδείᾳ καὶ Παφλαγονίᾳ καὶ τούτων ἐν τοῖς ὑψηλοτάτοις χωρίοις ὡσαύτως δὲ καὶ εἴπου ἄλλοθι τοιοῦτον· ἀμφότερα γὰρ ἐξείργονται τὰ διαφθείροντα τό τε θερμὸν καὶ τὸ ὑγρόν· ἐπεὶ καὶ ἡ διαπαττομένη γῆ τοῦτο ποιεῖ, ξηραίνει τε καὶ ψύχει.