Ancient Greek · ~3 min
Book 5, Chapter 18
Theophrastus, De causis plantarum (lib. 2-6) 5.18.4
Not analysed yet
Τῶν δὲ δενδρικῶν ὅσα μὲν μαλακὰ καὶ σαρκώδη καθάπερ ἡ ἀμυγδαλῆ καὶ τὸ κάρυον καὶ ἡ βάλανος τοῖς περιέχουσι σώζεται, τὰ δὲ ξηρὰ καὶ ξυλώδη καθάπερ τὸ γίγαρτον καὶ τὰ τοιαῦτα καὶ ἑαυτοῖς. Ὡς δ' ἁπλῶς εἰπεῖν πάντα πολυχρονιώτερα διὰ τὸ περιέχον· ἐπεὶ καὶ τὸ γίγαρτον καὶ ἡ κεγχραμὶς καὶ τὰ ἄλλα τὰ τοιαῦτα πολλῷ μᾶλλον ἀποξηραίνεται γυμνούμενα. Μάλιστα δὲ διαμένει τῶν τοιούτων ὅσα πυρῆνι περιέχεται, καθάπερ τὸ τῆς ἐλάας καὶ εἴ τι ξυλῶδες ἢ ὀστῶδες τυγχάνει, καθάπερ τὸ τοῦ φοίνικος καὶ ὁ κνῆκος καὶ τἆλλα τὰ κνηκώδη. πυκνὰ γὰρ πάντα καὶ προβολὴν ἔχοντα· τὸ δὲ σπέρμα τὸ ἔντος ὁτὲ μὲν κεχωρισμένον τι καὶ φανερὸν, ὁτὲ δὲ ἀχώριστον καὶ ἀφανὲς, ὥσπερ τὸ τῶν φοινίκων.