Ancient Greek
Book 5, Chapter 7
Theophrastus, De causis plantarum (lib. 2-6) 5.7.2
Not analysed yet
Τὸ δ' ὤκιμον τὸ ἐν ἡλίῳ πολλάκις κείμενον ἀφερπυλλοῦται διὰ τὸ καταξηραίνεσθαι μᾶλλον· καὶ γὰρ τὸ φύλλον ἔλαττον γίνεται καὶ ἡ ὀσμὴ δριμυτέρα τῶν ξηρῶν· ἐλάττων γὰρ καὶ ἡ τροφή· δεῖ δὲ τὰς μεταβολὰς τοιαύτας ὑπολαμβάνειν ὡς ἂν ὁμοιότητά τινα ἐχούσας οὐχ ὡς τελέας (ὥσπερ καὶ ἡ ἐξαιγειρουμένη λεύκη). Ἡ δὲ λεύκη πλατυφυλλότερόν τε τῆς αἰγείρου καὶ λειοφλοιότερον καὶ τὸ ὅλον εὐτροφώτερον· ἀπογηράσκουσαν δὲ καὶ ἐλάττονι τροφῇ χρωμένην οὐκ ἄλογον καὶ τὸ φύλλον στενότερον καὶ τὸν φλοιὸν τραχύτερον ἔχειν καὶ εἴ τι ἄλλο συνακολουθεῖ τοῖς μὴ ὁμοίως εὐτρόφοις.