Ancient Greek · ~3 min
Book 5, Chapter 7
Theophrastus, De causis plantarum (lib. 2-6) 5.7.3
Not analysed yet
Τὸ δ' ὅλον οὐκ ἄγαν ἴσως τὸ συμβαῖνον θαυμαστὸν τῷ τε εἰς τὸ σύνεγγυς καὶ τὸ ὅμοιόν πως μεταβάλλειν καὶ ἔτι τῷ ὁρᾷν καὶ ἐπί γε τῶν ζώων γινομένας τοιαύτας τινὰς μεταβολὰς τὰς μὲν κατὰ τὴν γέννησιν οἷον ἐπ' ἄλλων καὶ ἐπὶ τῶν καλουμένων ψυχῶν· ἐκ κάμπης γὰρ χρυσαλλὶς, εἶτα ἐκ ταύτης ἡ ψυχή· τοῦτο δὲ πλὴν τῶν ψυχῶν ἐπ' οὐδενὸς συμβαίνει. Τῶν δὲ καὶ τετελειωμένων ἤδη κατὰ τὰ πάθη καὶ τὰς διαθέσεις τοῦ σώματος, αἳ γίνονται διὰ τὰς ἐπετείους ὥρας ὥσπερ ταῖς ὄρνισιν· ἐπὶ τούτων γὰρ μάλιστα καὶ λέγεται καὶ ἔνδηλος τῶν χρωμάτων μεταβολὴ καὶ τῶν ὅλων σωμάτων ὥστε δοκεῖν ἑτέρους εἶναι. Ταῦτα μὲν οὖν ὥσπερ εἴρηται φυσικῶς ὑποληπτέον· τὰ δ' ἐξ ἀρχῆς λελεγμένα μᾶλλον κατὰ φύσιν.