Ancient Greek · ~2 min
Book 5, Chapter 9
Theophrastus, De causis plantarum (lib. 2-6) 5.9.1
Not analysed yet
Ταῦτα μὲν οὖν ἀμφοῖν κοινά. Νοσήματα δὲ τῶν ἀγρίων οὐ λέγεται, τῶν δ' ἡμέρων λέγεται πλείω, τάχα δὲ καὶ ἔστι διὰ τὴν ἀσθένειαν ὧν τὰ μὲν ἀνώνυμα, τὰ δὲ ὠνομασμένα, καθάπερ ἡ ψώρα καὶ ὁ σφακελισμὸς καὶ ἀστρόβλητα καὶ σκωληκόβροτα γίνεσθαι. Ἀστρόβλητα μὲν οὖν μάλιστα γίνεται τὰ φυτὰ καὶ οἱ μόσχοι διὰ τὴν ἀσθένειαν. Συμβαίνει δὲ τὸ πάθος ὅταν ἡ γῆ ξηρανθῇ καὶ μὴ ἔχωσιν ἕλκειν ὑγρότητα, δι' ὃ καὶ ὑπὸ τὸ ἄστρον πλεῖστα·