Ancient Greek · ~2 min
Book 5, Chapter 8
Theophrastus, De causis plantarum (lib. 2-6) 5.8.3
Not analysed yet
Πάντα δὲ ἰσχύει μᾶλλον τὰ ἀπὸ τοῦ ἀέρος ἐν τοῖς ἀσθενῶς διακειμένοις· τὰς γὰρ ὑπερβολὰς ἧττον δύνανται φέρειν. Ἀσθενεστάτη δὲ διάθεσις μελλόντων τε καὶ ἀρχομένων βλαστάνειν καὶ πάλιν μετὰ τὴν καρποτοκίαν ὥσπερ ἐξηραμμένων· τότε γὰρ ἐν μεγίστῃ μεταβολῇ· δι' ὃ καὶ τὰ ἄγρια μάλιστα πονεῖ πρὸ τῆς βλαστήσεως ἢ ὑπ' αὐτὴν τὴν βλάστησιν ὅταν χαλαζοκοπηθῇ ἢ πνεύματα ἐπιγένηται ψυχρὰ σφόδρα ἢ θερμά. Κρατεῖται γὰρ ταῖς ὑπερβολαῖς. Οἱ δ' ὡραῖοι χειμῶνες ὠφελοῦσι καὶ τὰ ἄγρια καὶ τὰ ἥμερα· καὶ γὰρ ἰσχὺν ἐμποιοῦσι καὶ τῇ πιλήσει καὶ πυκνώσει καὶ εὐβλαστίαν.