Ancient Greek · ~3 min
Book 5, Chapter 9
Theophrastus, De causis plantarum (lib. 2-6) 5.9.12
Not analysed yet
Τὴν δὲ ψώραν οἴονταί τινες γίνεσθαι καὶ ἄλλως οἷον ὅταν ὕδωρ ἐπὶ Πλειάδι γένηται μὴ πολύ· τότε γὰρ ἀναζυμοῦται τὰ ἀναθερμαινόμενα καὶ δίεισιν ἔξω καθάπερ τὰ ἐξανθήματα· ἐὰν δὲ πολὺ γένηται, ἀποκλύζεται τὰ αἴτια, τάχα δὲ καὶ διαδίδωσιν εἰς τὰ ἐντὸς καὶ παύει· συμβαίνει δὲ τότε καὶ τὰ ἐρινὰ καὶ τοὺς ὀλύνθους ἀπορρεῖν· διϊκνεῖται γὰρ εἰς ταῦτα ἡ ὑγρότης· τῆς μὲν οὖν ψώρας ταῦτ' αἴτια τῇ συκῇ λέγουσιν· τῇ δὲ ἀμπέλῳ τοῦ τραγᾷν, ὅταν ἢ ὑπὸ πνεύματος βλαστοκοπηθῇ, ἢ ὅταν τῇ ἐργασίᾳ συμπάθῃ, ἢ τρίτον ὅταν ὑπτία τμηθῇ· συμβαίνει γὰρ πλείω τὸν ἀθροισμὸν γινόμενον μᾶλλον εἰς τὴν βλάστησιν σφοδροτέρως ὁρμᾷν, ὥστε μὴ δύνασθαι καρπογονεῖν.