Ancient Greek · ~2 min
Book 5, Chapter 9
Theophrastus, De causis plantarum (lib. 2-6) 5.9.13
Not analysed yet
Τοῦ δὲ ῥυάδα γίνεσθαι δύο αἴτια ἢ ὅταν ἐπινιφθῇ κατὰ τὴν ἀπάνθησιν ἢ ὅταν κρειττωθῇ· τοῦτο δ' εἰ ἀληθὲς ἔοικε κατὰ μὲν τὴν ἀπάνθησιν ὑγρότερος ὢν ὁ ἀὴρ ὥσπερ ἀπερυσιβοῦν, ἡ δὲ κρείττωσις οἷον ἀντισπᾷν καὶ μεθιστάναι τὴν τροφὴν, ὥστε ἐξ ἀμφοτέρων εὔλογον ἀπορρεῖν τὰς ῥάγας καὶ τὰς ἐπιμενούσας μικρὰς εἶναι. Ἡ δ' ἄμβλωσις τῶν ὀφθαλμῶν ὅταν ῥιγῶσι ταὐτὸν καὶ παραπλήσιόν ἐστιν, ὅπερ ἐπὶ τῶν ἀγρίων προβλαστάνειν ἀρχομένων ἐὰν ἐπιγένηται χειμών. Πάσχει δὲ τοῦτο καὶ ἡ πρὸ ὥρας ἄνθησις· ἐπ' ἀσθενεῖ γὰρ πνεύσας ἄνεμος ψυχρὸς ἀπέκαυσεν. Ταῦτα μὲν οὖν τῶν δένδρων αὐτῶν ἐστι νοσήματα καὶ πάθη.