Ancient Greek · ~3 min
Book 6, Chapter 1
Theophrastus, De causis plantarum (lib. 2-6) 6.1.3
Not analysed yet
Λέγω δὲ τοῖς πάθεσι τοῖς κατὰ τὰς αἰσθήσεις οἷον εἴ τις ἀποδοίη γλυκὺν μὲν τὸν διακριτικὸν τῆς ἐν τῇ γλώττῃ συμφύτου ὑγρότητος ἢ χυμὸν λεαντικὸν ἢ λεπτὸν ἢ λεῖον· στρυφνὸν δὲ τὸν ξηραντικὸν ἢ πηκτικὸν ἠρέμα ταύτης· δριμὺν δὲ τὸν πηκτικὸν ἢ δηκτικὸν ἢ ἐκκριτικὸν τῆς ἐν τῇ συμφύτῳ ὑγρότητι θερμότητος εἰς τὸν ἄνω τόπον ἢ ἁπλῶς χυμὸν καυτικὸν ἢ θερμαντικόν· ἁλμυρὸν δὲ τὸν δηκτικὸν καὶ ξηραντικόν· πικρὸν δὲ τὸν φθαρτικὸν τῆς ὑγρότητος ἢ τηκτικὸν ἢ δηκτικὸν ἢ ἁπλῶς τραχὺν ἢ μάλιστα τραχύν· αὐστηρὸν δὲ τὸν ῥυπτικὸν τῆς αἰσθήσεως ἢ τῆς ὑγρότητος τῆς ἐν αὐτῇ ἢ τῆς ἐπιπολῆς ὑγρότητος δηκτικὸν ἢ πηκτικὸν ἢ ξηραντικὸν ἢ ἁπλῶς στρυφνότητά τινα ἠρεμαίαν καὶ μαλακήν.