Ancient Greek · ~2 min
Book 6, Chapter 1
Theophrastus, De causis plantarum (lib. 2-6) 6.1.4
Not analysed yet
Ἢ πάλιν ὡς Πλάτων καθόλου τὰς διαφορὰς τῶν δυνάμεων ἀποδίδωσι τῷ συγκρίνειν καὶ διακρίνειν κεχρημένος τραχύτητι καὶ λειότητι καθ' ἑκάστας δὲ διαιρεῖ τοῖς εἴδεσιν. Ὅσα μὲν οὖν κάει τὰ φλέβια καὶ ἀποξηραίνει τραχύνοντα στρυφνά· αὐστηρὰ δὲ τὰ τούτων ῥυπτικώτερα καὶ πᾶν τὸ περὶ τὴν γλώτταν ἀποπλύνοντα· ὅσα δὲ ῥύπτει πέρα μὲν τοῦ μετρίου ὥστε καὶ ἀποτήκειν αὐτῆς τι τῆς φύσεως οἷον ἡ τῶν νίτρων δύναμις πικρά· τὰ δὲ ὑποδεέστερα τούτων καὶ ἐπὶ τὸ μέτριον τῇ ῥύψει χρώμενα ἁλυκὰ ἄνευ πικρότητος τραχείας καὶ φίλα μᾶλλον ἡμῖν.