Ancient Greek · ~2 min
Book 6, Chapter 10
Theophrastus, De causis plantarum (lib. 2-6) 6.10.2
Not analysed yet
Ὃ δὲ καὶ τοῖς ἄλλοις τούτου αἴτιον εὔλογον μηδὲ καθ' αὑτὸ γεννᾷν· ἐπεὶ καὶ τὰ ἐν τῇ θαλάττῃ φυόμενα γλυκύτητί τινι καὶ ἑτέροις χυμοῖς φύεται καὶ συνίσταται καθάπερ ἰχθῦς καὶ τἆλλα ζῶα τὰ ἐν αὐτῇ. Καθόλου μὲν οὖν τοιαύτη τις ἡ αἰτία· δεῖ γὰρ ἐξ οὗ τι μέλλει γίνεσθαι μεταβλητικὸν εἶναι· τὸ δ' ἁλμυρὸν ἀσαπὲς καὶ ἀμετάβλητον δι' ὅπερ οὔτε φύεται οὐδὲν ἐξ αὐτοῦ οὔτε αὐτοτελὲς οὐδέν.