Ancient Greek · ~3 min
Book 6, Chapter 10
Theophrastus, De causis plantarum (lib. 2-6) 6.10.3
Not analysed yet
Ὅλως δὲ ἐν τοῖς καθ' ἕκαστα καὶ ἐν τοῖς παρακολουθοῦσι καὶ τὰ τοιαῦτα δόξειεν ἂν συμφωνεῖν· οἷον ὅτι ὁ ἥλιος καὶ τὸ ἐν ἑκάστῳ θερμὸν ἕλκει τὸ κουφότατον καὶ τὸ τροφιμώτατον· τὸ δ' ἁλμυρὸν βαρὺ φύσει καὶ ἄτροφον ἔπειτα ἀσαπὲς καὶ ἀναλλοίωτον· καταλειπόμενον οὖν καὶ οὐ συνελκόμενον ὑπὸ τῶν ῥιζῶν οὐκ ἀναμίγνυται τοῖς φυτοῖς· ἔτι δ' ἐπείπερ ἀπερίττωτον τὸ φυτὸν οὐδ' ἐπισπᾶσθαι καὶ ἕλκειν εἰκὸς τὸ ἄτροφον· ἔδει γὰρ καὶ ἔκκρισίν τινα γίνεσθαι . . . καὶ διὰ τοῦτο ἥκιστά τε ὑπὸ τοῦ ἡλίου ἀνάγεσθαι καὶ ἐπιπολάζειν. Πανταχοῦ γὰρ πλατέα καὶ μεγάλα τοῖς ὑγροῖς ἐπιφέρεσθαι, ἀσύμπλεκτα δὲ καὶ ἄκολλα διὰ τὸ μηδὲν ἔχειν σκαληνὲς, ἀλλὰ γωνοειδῆ τε εἶναι καὶ πολυκαμπῆ. Ταῦτα μὲν εἰ κωλύει πρὸς τὴν τῶν φυτῶν κατάμιξιν ἔξεστι σκοπεῖν.