Ancient Greek · ~2 min
Book 6, Chapter 10
Theophrastus, De causis plantarum (lib. 2-6) 6.10.6
Not analysed yet
Φαίνεται δὲ καὶ ὅλως τινὰ ἔχειν τοιοῦτον χυλὸν ἔν τε τοῖς φύλλοις καὶ τοῖς κλωσὶν ὃς καὶ ἀποπλυθέντων ὅλως ἔνδηλός ἐστι κατὰ τὴν γεῦσιν οὐ μόνον ἐν τούτοις ἀλλὰ καὶ ἐν αὐτῷ τῷ καρπῷ. Δῆλον δὲ τοῦτο ἐν τῇ γεύσει γίνεται ἐάν τις ἐπὶ τὴν γλῶτταν ἐπιθῇ μὴ διαμασησάμενος ὅλως· ἐν τῷ κελύφει γὰρ ἡ ἁλμυρὶς οὐκ ἐν τῷ ἐντὸς ἣ καὶ συνδιατηρεῖ πρὸς τὸ ἄκοπον εἶναι. Καὶ φαίνεται τὴν αὐτὴν ἔχειν τάξιν ἥπερ καὶ πεφυκότος·