Ancient Greek · ~2 min
Book 6, Chapter 10
Theophrastus, De causis plantarum (lib. 2-6) 6.10.5
Not analysed yet
Εἰ μὲν οὖν οὕτω φανερὸν ὅτι ἕλκοιεν ἂν εἰ δ' ἐκείνως ἄτοπον διὰ τί μόνον ἐπικαθίζει τούτοις οἷόνπερ ἐρεβίνθῳ καὶ ἁλίμῳ καὶ τοῖς τοιούτοις. Ὅσα γὰρ ἁλμᾷ νοσηματικῶς ὥσπερ ἡ ῥοδωνία καὶ ἄλλ' ἄττα περὶ τούτων ἕτερος λόγος, τῷ δ' ἐρεβίνθῳ καὶ οἰκεῖον φαίνεται καὶ χρήσιμον· ἀποπλυθέντων γοῦν ὅταν ἀνθοῦσιν ἐφύσῃ καὶ ἄρτι συνισταμένοις ἀπόλλυνται καὶ διαφθείρονται σφακελίσαντες ὥστε πρὸς σωτηρίαν ἡ φύσις ἐπάγοιτ' ἂν τὰ τοιαῦτα (ὡς) συγγενῆ.