Ancient Greek
Book 6, Chapter 11
Theophrastus, De causis plantarum (lib. 2-6) 6.11.11
Not analysed yet
Τὸ δ' αἴτιον ἐπὶ πάντων τῶν τοιούτων ἐν δυσίν. Ἢ γὰρ ὑγρότερα καὶ ὑδατωδέστερα καθάπερ ἐπὶ τοῦ τευτλίου καὶ τῶν λιμναίων· ἅμα γὰρ ὑδατώδη καὶ λεπτὰ καὶ οὐκ ἔχει πέψιν μὴ ἔχοντα δ' οὐδὲ χυλὸν ἔνδηλον εἰς ἡδονὴν, ἡ δὲ ῥίζα καὶ ὁ καυλὸς ἔχουσιν. Ἢ πάλιν διὰ ξηρότητα τῶν ἄνω καθάπερ ἡ ἄγρωστις καὶ ἁπλῶς πάντα τὰ καλαμώδη· ξηρὰ γὰρ τὰ ἐπάνω, τὰ κάτω δ' ἔνυγρα· χυλὸς δὲ οὔτε ἐν ξηρότητι οὔτε ἐν ὑγρότητος πλήθει δι' ὃ καὶ τῆς ἀγρωστίδος καὶ τοῦ σισυριγχίου καὶ τῶν ἄλλων τῶν τοιούτων αἱ μὲν ῥίζαι γλυκεῖαι, τὰ δ' ἄνω ξηρὰ καὶ οὐχ ἡδέα καθάπερ ἄχυλα. Ταὐτὸ δὲ καὶ ἐπὶ τῶν σελίνων καὶ ἱπποσελίνων· αἱ μὲν γὰρ ῥίζαι σαρκώδεις καὶ εὔστομοι, τὰ δὲ φύλλα ξηρότερα καὶ ὥσπερ δριμύτερα· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἅπαντα δ' ὡς εἰπεῖν ἐν ταύταις ταῖς αἰτίαις ἐστί.