Ancient Greek
Book 6, Chapter 11
Theophrastus, De causis plantarum (lib. 2-6) 6.11.12
Not analysed yet
Δι' ὃ καὶ ὅπου πλείων εὐτροφία καὶ τὰ ἄνω τῶν φύσει ξηρῶν ἐδώδιμα καθάπερ ἐν Αἰγύπτῳ τοῦ καλάμου τοῦ ἐν τοῖς ἕλεσιν· ἔχει μὲν γάρ τινα γλυκύτητα καὶ ἄλλος ἐπὶ τῶν ἄκρων ἀλλ' ἐπὶ βραχὺ πάντως, ἐκεῖνος δὲ διὰ τὴν εὐτροφίαν ἁπαλός τε ἐπὶ πλεῖόν ἐστι καὶ γλυκύς. Ἔχουσι δὲ καὶ αἱ ῥίζαι τὴν γλυκύτητα μέχρι οὗ ἂν ξηρανθῶσιν ἀναξηρανθεῖσαι δὲ οὐκέτι· τὸ γὰρ ξηρὸν οὔτε ἐδώδιμον οὔτ' ἔγχυμον, δι' ὃ καὶ τῶν καυλῶν ἀκμή τις.