Ancient Greek
Book 6, Chapter 11
Theophrastus, De causis plantarum (lib. 2-6) 6.11.13
Not analysed yet
Ἡ δ' ὀσμὴ σχεδὸν ἀνάπαλιν ἐπί γε τούτων· χλωραὶ μὲν γὰρ οὐκ ὄζουσιν ἢ οὐχ ὁμοίως, ἀποξηρανθεῖσαι δ' ὄζουσιν ὥσπερ καὶ τῆς ἴριδος καὶ ἡ τῶν καλάμων δὲ καὶ σχοίνων καὶ ἁπλῶς τῶν ἐνύγρων. Ἐπεὶ καὶ τὸ κύπειρον καίπερ ὀσμῶδες ὂν καὶ μὴ ξηρὸν ὂν ἧττον ὄζει πρόσφατον. Ἀκμὴ δέ τις καὶ τούτων ὥστ' ἀπομαραινόμενα μᾶλλον ἀοσμότερα γίνεσθαι.