Ancient Greek
Book 6, Chapter 11
Theophrastus, De causis plantarum (lib. 2-6) 6.11.16
Not analysed yet
Καλοῦσι δὲ τὰ μὲν ὀποὺς τὰ δὲ δάκρυα, κοινότερον δὲ ὀπὸς, διαφέρει δὲ ἴσως οὐδέν· ἐπεὶ τό γε κοινότατον ἀνωνύμως λεγόμενον ἡ ὑγρότης ἡ οἰκεία καθ' ἕκαστον πέψιν ἔχουσα. Διὰ δὲ τὸ σωματωδεστέρας εἶναι καὶ γλίσχρας τὰς δ' ὑδατώδεις ἀγλίσχρους τῶν μὲν γίνεται πῆξις, τῶν δ' οὔ. Πρὸς ἐνίας δὲ καὶ παρεμβάλλουσί τι τοῦ πῆξαι καὶ συλλέγειν.