Ancient Greek
Book 6, Chapter 12
Theophrastus, De causis plantarum (lib. 2-6) 6.12.1
Not analysed yet
Ὅτι δὲ τὰ μὲν ἐν ταῖς ῥίζαις τὰ δ' ἐν τοῖς καυλοῖς τὰς δυνάμεις ἔχει ταύτας ἐκείνην χρὴ τὴν αἰτίαν ὑπολαβεῖν τὴν μικρῷ πρότερον λεχθεῖσαν. Ὧν ἡ φύσις ἑκατέρων σύμμετρος εἰς τὴν δύναμιν ἔνθα μὲν ὑγρὸν ἱκανὸν ἔνθα δὲ ἔλαττον ἔχουσα ξηρὸν καὶ ὡσαύτως, ἔτι δ' ὧν ἡ οὐσία μᾶλλον ἐφ' ἑκάτερα ῥέπει, —καὶ γὰρ ἐπὶ τῆς αὐξήσεως καὶ τοῦ μεγέθους τοῦτ' ἐστί· —τὰ μὲν ἐν τοῖς ἄνω τὰ δ' ἐν ταῖς ῥίζαις ἔχει μᾶλλον. Οἱ μὲν γὰρ σίκυοι καὶ κολοκύνται καὶ ἄλλ' ἄττα πλείω τὰ ἄνω μείζω ῥίζαν δὲ μικρὰν ἔχουσι, σκίλλα δὲ καὶ βολβὸς καὶ ἁπλῶς τὰ κεφαλόρριζα τὰ μὲν ἄνω λεπτὰ καὶ ἀσθενῆ τὰς δὲ ῥίζας μεγάλας καὶ σαρκώδεις.