Ancient Greek · ~2 min
Book 6, Chapter 11
Theophrastus, De causis plantarum (lib. 2-6) 6.11.3
Not analysed yet
Ὑποκειμένων δ' οὖν καὶ δεδειγμένων τούτων ἀπορήσειεν ἄν τις διὰ τί ποτ' οὐκ ἐν τοῖς αὐτοῖς μέρεσιν ἡ εὐχυμία καὶ ἡ εὐοσμία γίνεται πᾶσιν ἀλλὰ τοῖς μὲν ἐν τοῖς ἄνω τοῖς δὲ ἐν τοῖς κάτω καὶ περὶ τὰς ῥίζας. Καὶ οὐδὲ τῶν ἄνω πάντων ἐν τοῖς αὐτοῖς ἀλλὰ τῶν μὲν ἐν τοῖς περικαρπίοις τῶν δὲ ἐν τοῖς φύλλοις τῶν δὲ ἐν τοῖς ἄνθεσι καὶ τοῖς κλωσὶν, καὶ μᾶλλον αἱ ὀσμαὶ τῶν χυμῶν· ἐπεὶ καὶ ἐν τοῖς φλοιοῖς ἐνίων· ἐπὶ δὲ τῶν εὐόσμων ὅλως ἥκισθ' ὡς εἰπεῖν εὔοσμα τὰ ἄνθη καθάπερ ἑρπύλλου, σισυμβρίου, ἑλενίου·