Ancient Greek · ~2 min
Book 6, Chapter 11
Theophrastus, De causis plantarum (lib. 2-6) 6.11.4
Not analysed yet
καίτοι κατὰ λόγον ἦν ὃ καὶ τοῖς ἄλλοις εὐοσμότατον ἀόσμοις οὖσι τοῦτο καὶ ἐν τοῖς εὐόσμοις εὐωδέστατον εἶναι. Θαυμαστὸν δὲ καὶ τὸ ἐνίων τὸ μὲν ἄνθος ἥδιστον ὄζειν τῶν δ' ἄλλων μορίων ὅλως μηδὲν ὥσπερ ἐπὶ τῶν ἴων καὶ τῶν ῥόδων. Ἔχει δὲ καὶ τὸ πρῶτον λεχθὲν ἀπορίαν ὅσων ἐν ταῖς ῥίζαις ἡ εὐχυμία καὶ ἡ εὐοσμία τυγχάνει· ἄμφω μὲν γὰρ ταῦτα πέψει γίνεται. Τὸ δὲ πλείστην ἔχον καὶ ἀεὶ καινὴν τροφὴν ἀφ' οὗ τοῖς ἄλλοις ἡ διάδοσις ἥκιστ' εὔλογον εἰς πέψιν ἥκειν ἢ εὐχυλίας ἢ εὐοσμίας ὡς οὐδὲ τῶν ζώων αἱ κοιλίαι.