Ancient Greek · ~3 min
Book 6, Chapter 11
Theophrastus, De causis plantarum (lib. 2-6) 6.11.5
Not analysed yet
Περὶ δὴ τούτων καὶ τῶν τοιούτων ἀρχῇ χρωμένους τῇ πολλάκις εἰρημένῃ διότι πέψει τινὶ ταῦτα γίνεται τὸ μετὰ τοῦτο δεῖ λαβεῖν ἐπὶ τοῦ τευτλίου λεχθὲν τὸ πρῶτον ὅτι αἱ ῥίζαι (οὐχ) ὡς κοιλίαι τοῖς φυτοῖς εἰσι πάντως· εἰ δὲ καὶ τοῦτό τις θείη διὰ τὸ τὴν τροφὴν ἀλλοιοῦσθαί πως ἐν αὐταῖς, ἀλλ' ἐκεῖνό γε φανερὸν ὡς οὐκ ἔχουσιν οὐδὲν περίττωμα δύναμιν δὲ ἔχουσιν εἰς τὸ πέττειν. Τοιαύτας δ' οὔσας οὐδὲν κωλύει εὐχυμίαν καὶ εὐοσμίαν ἔχειν ὅσαι κρᾶσιν εἰλήφασι τοιαύτην. Ἐπεὶ καὶ ἐν ταῖς τῶν ζώων κοιλίαις περιττώματα ἔχουσιν ὅμως ὕπεστιν ὑγρότης, εὐχυλία τις οὖσα καὶ πέψις ὡς μάλιστα τῆς τοιαύτης ἀλλοιώσεως ἐνταῦθα γινομένης.