Ancient Greek · ~2 min
Book 6, Chapter 12
Theophrastus, De causis plantarum (lib. 2-6) 6.12.5
Not analysed yet
Αἴτιον δ' ὅτι τὸ μὲν ἄπεπτον τὸ δὲ πεπεμμένον, τάχα δὲ μᾶλλον ὅτι οὐδ' ἐκ τῆς αὐτῆς ὕλης ἑκάτερον ἀλλὰ τὸ μὲν ὥσπερ ἐκ καθαρᾶς τινος καὶ εἰλικρινοῦς τὰ δ' ἐκ περιττωματικῆς. Εἰσὶ δ' ἐκ βλοσυρωτέρας καὶ σωματωδεστέρας οἱ βλαστοὶ καὶ ἀκρεμόνες καὶ ὁ ὅλος ὄγκος, ὥστ' ἀνομοίων οὐσῶν ἀνόμοιον καὶ τὸ τέλος ἑκάστου πρὸς τὴν ἰδίαν φύσιν ὥσπερ ἐν τοῖς ζώοις· ἴσως δ' ἀνάπαλιν, ἐπεὶ καὶ τὸ τέλος ἑκάστου ἴδιον καὶ ἡ ὕλη διάφορος, ὡς δὲ ἁπλῶς εἰπεῖν πάντων πρὸς τὴν ὑποκειμένην φύσιν.