Ancient Greek · ~2 min
Book 6, Chapter 12
Theophrastus, De causis plantarum (lib. 2-6) 6.12.4
Not analysed yet
Ἐμφανὲς δὲ τοῦτο μάλιστα ἐπὶ τῶν ἀκρατεστέρων ταῖς ὀσμαῖς καὶ τοῖς χυμοῖς οἷον ἐλάτης, πεύκης, κυπαρίττου, πίτυος, ἔτι δὲ τῶν ἡμέρων συκῆς. Ἐν δὲ τοῖς ὑδαρεστέροις οὐχ ὁμοίως ἀλλ' ἐν τούτοις διαφέρουσιν ὥστε τὰ μὲν ἔγχυμα τὰ δὲ ἄχυμα καὶ δύσχυμα καὶ εὔοσμα τὰ δ' ἄοσμα γίνονται. Καὶ διαφέροντα δὲ ταῖς ὀσμαῖς καὶ τοῖς χυμοῖς ὥσπερ τῆς ἀμπέλου τό τε οἴναρον καὶ ὁ βότρυς. Καὶ ἁπλῶς δὲ πάντων καὶ τῶν φύλλων καὶ τῶν καρπῶν.