Ancient Greek
Book 6, Chapter 14
Theophrastus, De causis plantarum (lib. 2-6) 6.14.11
Not analysed yet
Τὰ δ' ἀσθενῆ ταχὺ διαπνεῖται καθάπερ τὰ ἴα· καὶ τά γε λευκὰ πικρὰ καὶ κακώδη παλαιούμενα καὶ οὐχ ὥσπερ τὰ ῥόδα διατηρεῖ τὴν εὐοσμίαν ἀποξηραινόμενα μέχρι οὗ ἂν ἐκλίπῃ· πλὴν τὰ μὲν χλωρὰ καὶ πόρρωθεν ὄζει, ταῦτα δ' οὔ· τὸ δ' αἴτιον ὅτι κατέσκληκέ πως ἐλλελοιπότος τοῦ οἰκείου θερμοῦ καὶ οὐ δίδωσιν ἀποπνοήν· ἐπεὶ πρός γε τὰς χρείας οἱ μυρεψοὶ καὶ ταῦτα ἀποξηραίνουσι μέχρι τινὸς ὅπως ἄκρατον καταλίπωσι τὴν ὀσμήν. Ὁ δὲ μελίλωτος καὶ εἰς πλείω χρόνον εὔοσμος διαμένει.