Ancient Greek
Book 6, Chapter 14
Theophrastus, De causis plantarum (lib. 2-6) 6.14.10
Not analysed yet
ἅμα γὰρ ἀποπνεῖταί τε τὸ ὑδατῶδες καὶ ἡ τῆς τροφῆς ἐπιρροὴ παύεται καὶ ὥσπερ πέψιν ἐν ἑαυτοῖς ἔνιά γε λαμβάνει καὶ ἀφαιρεθέντα ἀπὸ τῶν φυτῶν εὐωδέστερα καθάπερ τὰ μῆλα καὶ ἄλλ' ἄττα. Συμβαίνει δὲ καὶ τῶν ποιωδῶν ἔνια χλωρὰ μὲν ὄντα μὴ ὄζειν διὰ τὴν ὑγρότητα, ξηρανθέντα δὲ καθάπερ ἄλλα τε καὶ τὸ βούκερας. Ἐπεὶ καὶ ὁ οἶνος τότε μάλιστα παρίσταται καὶ ὀσμὴν λαμβάνει ὅταν ἀποκριθῇ τὸ ὑδατῶδες αὐτοῦ. Τὰ μὲν οὖν τοιαῦτα πάντα παλαιούμενα εὐοσμότερα.