Ancient Greek · ~3 min
Book 6, Chapter 14
Theophrastus, De causis plantarum (lib. 2-6) 6.14.2
Not analysed yet
Ἔνια δ' ὅλως οὐδ' εὐοσμίαν ἀλλὰ βαρύτητα ἔχει κατὰ τὴν ὄσφρησιν καὶ φανερὸν ὡς ἀπὸ τοῦ χυλοῦ πως γίνεται καὶ οὐκ ἔστιν ἀπηρτημένον τὸ τῆς ὀσμῆς. Ὅσα γὰρ ὑδαρῆ καὶ ἄχυμα καὶ ἄοσμα ὡς ἐπὶ πᾶν· ἐν δυσὶ γὰρ τούτοιν ὡς εἰπεῖν ἡ ἀοσμία τῷ τε τὸν χυλὸν ὑδαρῆ τιν' ἔχειν φύσει καὶ τὸ πολὺ ὑδατῶδες. Τὸ μὲν γὰρ ὥσπερ ἄμικτον τὰ δ' ὑπὸ τοῦ πλήθους ἀφανίζεται δι' ὃ τρόπον τινὰ καὶ τοῦθ' ὥσπερ ἄμικτον· ἐν μίξει δέ τινι καὶ τὸ τῆς ὀσμῆς. Ὅσα δὲ ἐν τροφῇ πλείονι καὶ βλοσυρωτέρᾳ καθάπερ τὰ λιμναῖα ταῦτα καὶ τὰς ὀσμὰς ἔχει παραπλησίας βαρείας τινὰς καὶ θολεράς.