Ancient Greek · ~3 min
Book 6, Chapter 14
Theophrastus, De causis plantarum (lib. 2-6) 6.14.3
Not analysed yet
Ἐπεὶ οὖν τῶν μὲν ἐν ταῖς ῥίζαις ἡ τοιαύτη μίξις καὶ συμμετρία τῶν δ' ἐν τοῖς κλωσὶ καὶ τοῖς φύλλοις τῶν δ' ἐν τοῖς καρποῖς πλείστων δ' ἐν τοῖς ἄνθεσιν εὐλόγως εὔοσμα ταῦθ' ἑκάστων. Καὶ διὰ τοῦτ' ἐν τοῖς δένδροις τὰ ἐλάττω τῶν ἀνθῶν εὔοσμα καὶ ἧττον ἐν τοῖς ἄλλοις καὶ τὸ γεῶδες πλέον καὶ ἡ ὑγρότης. Εἰ δὲ μὴ ζητητέον αἰτίαν. Ἴσως μὲν οὖν καθόλου καὶ ἁπλῶς εἴρηται. Εἰ δὲ καθ' ἕκαστον δεῖ σκοπεῖν τὰς εἰρημένας συμμετρίας οὐκ ἂν δόξαιεν ἀλόγως ἐν τῷ ἄνθει τοῖς πλείστοις· ἐνταῦθα γὰρ οἷον πρώτη καὶ ἐλαφροτάτη πέψις (τοῦ ὑγροῦ) ἀποξηραινομένου θ' ἅμα καὶ μεταβάλλοντος·