Ancient Greek · ~2 min
Book 6, Chapter 14
Theophrastus, De causis plantarum (lib. 2-6) 6.14.5
Not analysed yet
Τῶν δὲ γλυκέων οὐδεὶς ὡς εἰπεῖν ἢ ἐπὶ μικρόν· ἐπεὶ καὶ τὰ μῆλα τὰ γλυκέα πάντων ἥκιστα εὔοσμα καὶ ὅσῳ ἂν γλυκύτερα ἧττον· ἅμα δὲ καὶ ταῦτ' ἔχει πως οἰνώδη τὸν χυλόν· αἴτιον δ' ὅτι παχύτερος καὶ γεωδέστερος ὁ γλυκὺς χυλὸς ἄλλως τε καὶ ἐν τῷ περικαρπίῳ μεμιγμένος. Ἡ δὲ ὀσμὴ λεπτοτέρου καὶ ξηροτέρου καὶ διαπνεομένων μᾶλλόν ἐστιν ὑπὲρ ὧν καὶ ὕστερον διασαφητέον.