Ancient Greek · ~2 min
Book 6, Chapter 14
Theophrastus, De causis plantarum (lib. 2-6) 6.14.6
Not analysed yet
Ἀλλ' ὡς ἐπὶ κεφαλαίων ἐν τούτοις τοῖς γένεσιν ἡ εὐοσμία. Τῶν δὲ φύλλων καὶ κλωνῶν καὶ ὅλως τῶν δένδρων καὶ ὑλημάτων ἐν οἷς καὶ δριμύτης τις ὑπάρχει καὶ λιπαρότης ὥσπερ ἀμέλει καὶ οἱ προειρημένοι καρποὶ καὶ ἐπὶ τῶν οἰνωδῶν ἐνίων· ὁ γὰρ τοῦ μυρρίνου καρπὸς εὐώδης, εὔοσμος δὲ καὶ αὐτὴ καὶ εἴ τις ἄλλη τοιαύτην ἔχει δριμύτητα εἴτε λιπαροῦ τινος εἴτ' οἰνώδους εἴτε καὶ ἄλλου χυλοῦ κατὰ τοὺς καρπούς.