Ancient Greek · ~2 min
Book 6, Chapter 14
Theophrastus, De causis plantarum (lib. 2-6) 6.14.7
Not analysed yet
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν στεφανωμάτων οἷον ἑρπύλλου, σισυμβρίου καὶ ἐπὶ τῶν ἄλλων, καὶ ἐπὶ λαχάνων οἷον πηγάνου, σελίνου, μίνθης τό τε ξηρὸν καὶ δριμὺ καὶ στυπτικόν πως ἔνδηλον οὐκ ἐπὶ τοῖς καρποῖς οὐδ' ἐν τοῖς ἄλλοις ἐχόντων τὴν ὑγρότητα τοιαύτην. Ἐν ἅπασι δ' ἐνυπάρχει καὶ τούτοις τὸ κατὰ τὸν διωρισμὸν τοῖς εὐώδεσιν ὥστε τὸ ἔγχυλον ξηρῷ ἀπομιγνύμενον ἐμφαίνειν τινὰ δύναμιν.