Ancient Greek · ~2 min
Book 6, Chapter 14
Theophrastus, De causis plantarum (lib. 2-6) 6.14.9
Not analysed yet
Οὐ μὴν πάνθ' οὕτως ἀλλ' ἔνια καὶ ἀνάπαλιν· ἃ δεῖ διαιρεῖν· ἁπλῆ δέ τις ἡ διαίρεσις· τῶν μὲν γὰρ ἀσθενεῖς αἱ ὀσμαί· τοιαῦτα δὲ ὡς ἐπὶ πᾶν τὰ ἄνθη μάλιστα· ταῦτα μὲν εὐοσμότερα χλωρὰ καὶ πρόσφατα, χρονιζόμενα δὲ ἀμβλύνεται διὰ τὴν ἀποπνοήν· ὧν δ' ἰσχυρότεραι, τοιαῦτα δὲ ὅσα γεωδέστερα καὶ ἐν γεωδεστέροις καὶ οὗ μέμικταί τις ὑδατώδης δύναμις, ταῦτ' ἀποξηραινόμενα καὶ παλαιούμενα μέχρι τινὸς, ὡς καὶ τὰ μῆλα τὰ κυδώνια καὶ ὅσα τῶν στεφανωματικῶν δριμείας ἔχει τὰς ὀσμὰς οἷον τὸ ἀβρότονον μάλιστα καὶ τὸ ἀμάρακον καὶ ὁ κρόκος·