Ancient Greek · ~2 min
Book 6, Chapter 15
Theophrastus, De causis plantarum (lib. 2-6) 6.15.2
Not analysed yet
Αἴτιον δὲ φαίνεται δι' ὅτι πέψις τις ἡ ἄνθησις τὸ δὲ πεττόμενον ἐν μεταβολῇ τοῦ ὑπάρχοντος. Ὅσα μὲν οὖν αὐτὰ μὴ ὀσμώδη τούτων πεττομένων τῶν χυλῶν λαμβάνει τινὰ τὸ ἄνθος εὐοσμίαν ἐπείπερ ἡ πέψις ἐν μεταβολῇ· ὅσα δ' εὔοσμα τούτων διὰ τὴν μεταβολὴν ἀναγκαῖον ἐξαλλάττειν τὴν ὀσμήν· ὀσμωδῶν δὲ ὄντων ἧττον εὔοσμον ἔσται τὸ ἄνθος. Αὕτη γὰρ ἡ ἐξαλλαγὴ ἔοικεν ὥσπερ ἐξάτμισίς τις εἶναι τῆς προϋπαρχούσης ὀσμῆς καὶ δυνάμεως, δι' ὃ καὶ ἧττόν φασιν ὄζειν τότε. Τοῦτο μὲν οὖν εἰ γίνεται σκεπτέον· φέρει γάρ τινα πίστιν.