Ancient Greek · ~2 min
Book 6, Chapter 15
Theophrastus, De causis plantarum (lib. 2-6) 6.15.3
Not analysed yet
Φαίνεται δὲ παρόμοιον συμβαίνειν ὥσπερ ἐπὶ τῶν χυλῶν τῶν τοιούτων τῶν ἐν τέλει καὶ πεπεμμένων πρὸς τοὺς ἀπέπτους ὅταν πυρῶνται καὶ ἡλιῶνται· μεταβολῆς γὰρ γινομένης οἱ μὲν εἰς τὸ βέλτιον οἱ δὲ εἰς τὸ χεῖρον μεταβάλλουσι· τοὺς μὲν γὰρ πέττει τοὺς δ' οἷον ἐξίστησι τὸ θερμόν· ἀνάγκη γὰρ ὅταν ἐν τῷ τέλει γίνηται τὴν μεταβολὴν εἶναι πρὸς τὸ χεῖρον, ὃ δὴ καὶ ἐνταῦθα φαίνεται συμβαῖνον μαλακωτέρας τῆς ὀσμῆς γινομένης· οἷον γὰρ ἄνεσίς τις γίνεται τῆς ἀκράτου. Ἅμα δὲ καὶ διυγραίνεσθαι συμβαίνει ξηρὸν ὂν φύσει κατὰ τὴν ἄνθησιν·