Ancient Greek · ~3 min
Book 6, Chapter 16
Theophrastus, De causis plantarum (lib. 2-6) 6.16.6
Not analysed yet
ἔτι δὲ ἅμα τῇ εὐοσμίᾳ συμβαίνει καθάπερ χωρισμόν τινα γίνεσθαι τοῦ ὑγροῦ καὶ τοῦ γεώδους ὑφισταμένης τῆς τρυγὸς καὶ πρὸς τούτοις ἀποπνοὴν τοῦ ὑδατώδους ὥστε διὰ πάντων εἶναι τὴν εὐωδίαν λεπτότητός τε καὶ χωρισμοῦ καὶ διαπνοῆς· ἐπεὶ καὶ αὐτοῦ τοῦ κεραμίου τὸ πρὸς τῇ τρυγὶ ἧττον εὔοσμον. Ἡ δ' αὐτὴ αἰτία καὶ τοῦ θᾶττον παρίστασθαι τοὺς ἠθητικοὺς τῶν οἴνων· λεπτότεροι γὰρ καὶ ὥσπερ εὐθὺς ἄμικτοι. Συνεπιμαρτυρεῖ δὲ καὶ τὸ ἐκ τῶν λεπτοτέρων καὶ εὐείλων καὶ εὐπνόων εὐωδεστέρους γίνεσθαι καὶ ἐκ τῶν πρεσβυτέρων ἢ νεωτέρων· ἔτι δ' ὅσοι πολύοσμοι καὶ ἰσχυροὶ ταῖς ὀσμαῖς οὐκ ἔχουσιν ἐν τῇ γεύσει τὸ μαλακὸν ὡς οὐκ οὔσης ἅμα τῆς τε κατὰ τὸν χυλὸν εὐστομίας καὶ πολυοσμίας καὶ ἰσχύος.