Ancient Greek · ~3 min
Book 6, Chapter 16
Theophrastus, De causis plantarum (lib. 2-6) 6.16.7
Not analysed yet
Ὅπερ καὶ ἐπὶ τῶν μύρων καὶ ἐπὶ τῶν θυμιαμάτων καὶ ἐπὶ τῶν στεφανωμάτων καὶ ἐπὶ τῶν ἄλλων τῶν εὐόσμων συμβαίνει· πάντα γὰρ μικρὰ καὶ δύσχυμα τὰ τοιαῦτα καθάπερ αἱ ἀμυγδάλαι. Καὶ οἱ ὀρεινοὶ δὲ τῶν οἴνων ὀσμὴν μὲν ἔχουσιν ἔνιοι σκληροὶ δὲ καὶ οὐκ εὔχυλοι. Ἐξ ἁπάντων οὖν τούτων δῆλον ὡς ἕτερον τὸ τὴν εὐοσμίαν ποιοῦν. Ἐὰν οὖν συμμετρίαν τινὰ λάβῃ τῆς κράσεως ἥδιστον τὸ ἐξ ἀμφοῖν ἄλλως τε καὶ ὧν κατὰ τὴν γεῦσιν ἡ ἀπόλαυσις. Ἐπεὶ καὶ τῶν ἐν ταύτῃ ἀγρίων τινῶν ἔφαμεν λυπεῖν τὸ δριμὺ καὶ ἄκρατον ὥσπερ ἐρπύλλου καὶ ἀβροτόνου καὶ πηγάνου· μιχθείσης δὲ ὑγρότητος συμφύτου μᾶλλον εὔστομον γίνεται εὐχυλοτέρων γινομένων· ἐὰν δὲ ὑπεραίρῃ θάτερον ἐπιζητοῦμεν τὸ ἐλλεῖπον· ἅμα γάρ πως ἡ ἀπόλαυσις ἐν τοῖς τοιούτοις τῶν γευστῶν ὀσμῶν καὶ χυλῶν.