Ancient Greek · ~4 min
Book 6, Chapter 16
Theophrastus, De causis plantarum (lib. 2-6) 6.16.8
Not analysed yet
Χρὴ δὲ πειρᾶσθαι καθόλου διαιρεῖν ὥσπερ εἴπομεν εἰ ἐν τῷ χυλῷ μὲν ἡ εὐστομία καὶ ἡ γλυκύτης ἀπὸ τοῦ χυλοῦ δὲ ἡ ὀσμὴ ποῖος ἑκάτερος καὶ πῶς ἔχων. Ἐκεῖνο δ' οὖν φανερὸν ἐκ τῶν εἰρημένων ὅπερ ἐξ ἀρχῆς ἠπορήθη διὰ τί οἱ ἄγριοι τῶν καρπῶν εὐοσμότεροι. Φαίνεται δὲ κἀκεῖνο συμφωνεῖν ὥστε ἐν τοῖς ἀτέλεσι καὶ τοῖς στερητικοῖς χυλοῖς μᾶλλον εἶναι τὴν εὐοσμίαν εἴ γε τὰ μὲν πικρὰ τὰ δὲ δριμέα τὰ δ' αὐστηρὰ τὰ δὲ στρυφνὰ τὰ δὲ ἄλλας ἔχοντα δυσχερείας. Οὐκ ἀλόγως δ' ἴσως· ἡ ἀποπνοὴ γάρ τις μᾶλλον ἀπὸ τούτων ὥστ' ἐὰν μὲν εὔκρατα λάβῃ σύμμετρον εἶναι πρὸς τὴν ὄσφρησιν ἐὰν δὲ ὑπερβάλλοντα δυσχερῆ καὶ βαρεῖαν ἤδη. Καὶ οὐκ ἂν δόξειεν ἐν στερήσει τοιοῦτον εἶναι γένος ἀλλ' ἑτέραν τινα φύσιν ἔχειν εἴ γε ἔνια ποιητικὰ τῶν ἄκρων. Ἡ μὲν οὖν εὐοσμία διὰ τοῦτο ἐν τοῖς μὴ γλυκέσι καὶ δυσχύλοις μᾶλλον ὡς εἰπεῖν. Τῶν δ' ὀσμῶν ἡ μὲν ἰσχὺς ἑκάστων δῆλον ὅτι κατὰ τὴν ὑποκειμένην φύσιν.