Ancient Greek · ~1 min
Book 6, Chapter 17
Theophrastus, De causis plantarum (lib. 2-6) 6.17.2
Not analysed yet
δοκεῖ γὰρ ἄμεινον θυμιᾶσθαι καταβραχεῖσα μελικράτῳ ἢ γλυκεῖ· μαλακωτέρα γὰρ ὀσμὴ κεραννυμένη καὶ γλυκυτέρα γίνεται. Ταὐτὸ δὲ τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν χυλῶν. Ἔνιοι γὰρ δέονται μίξεως πρὸς εὐστομίαν. Ὡς δ' ἁπλῶς εἰπεῖν ἕωθεν καὶ ὀσμαὶ πλεῖσται καὶ ἀκρατέστεραι, προσιούσης δὲ τῆς μεσημβρίας ἧττον, μεσημβρίας δ' ἥκιστα διὰ τὸ ἀναξηραίνειν τὸν ἥλιον.