Ancient Greek · ~2 min
Book 6, Chapter 17
Theophrastus, De causis plantarum (lib. 2-6) 6.17.3
Not analysed yet
Ὡς δ' ἐν ταῖς τῆς ἡμέρας ὥραις ὁμοίως καὶ ἐν ταῖς τοῦ ἐνιαυτοῦ κατὰ λόγον πλὴν εἴ τινων ὀσμαὶ καὶ πεπάνσεις κατ' ἄλλην ὥραν ἢ εἴ τινων αἱ κράσεις τοῦ ἀέρος σύμμετροι πρὸς τὰς ὀσμὰς, ὅπερ καὶ καθ' ἑσπέραν ἐστὶν ἐπὶ τῆς ἑσπερίδος καλουμένης· αὕτη γὰρ τῆς νυκτὸς ὄζει μᾶλλον. Κατὰ δὲ τὰς ἡλικίας οὐκ ἐν ταῖς ἄκραις ἀλλ' ἐν ταῖς ἀκμαῖς εὐοσμότατα μικρόν τε παρεγκλίνοντα τὴν ἀκμήν.