Ancient Greek · ~2 min
Book 6, Chapter 17
Theophrastus, De causis plantarum (lib. 2-6) 6.17.4
Not analysed yet
Οὐ γὰρ ἴσως ἡ αὐτὴ χυλοῦ καὶ ὀσμῆς πέψις. Τὸ μὲν γὰρ νέον ἅτε πλείω τροφὴν ἐπισπώμενον οὐ πέττει τὸ δὲ γεγηρακὸς ἐξασθενεῖ δι' ἔνδειαν θερμότητος. Οὐ μὴν ἀλλὰ ταῦτά γε εὐοσμότερα τῶν νέων· ἐλάττων γὰρ ἡ ὑγρότης ὥστ' ἐπικρατεῖ μᾶλλον ὥσπερ καὶ τὰ ἐν ταῖς χώραις ταῖς λεπτογείοις. Ὡς δ' ἁπλῶς εἰπεῖν τὰ ἐν τῇ ἀκμῇ καὶ πρὸς εὐχυλίαν ἄριστα καὶ πρὸς εὐοσμίαν ὧν ἑκατέροις ἐνταῦθα τὸ τέλος.