Ancient Greek
Book 6, Chapter 17
Theophrastus, De causis plantarum (lib. 2-6) 6.17.6
Not analysed yet
τὰς δ' ὀσμὰς ἴσως ἐνίων μᾶλλον διατηρεῖ. Τάχα δὲ καὶ ποιεῖ τάς γε ἐν τοῖς ξηροῖς γινομένας, ἄκρατοι γὰρ αὗται. Πολλὰς δὲ καὶ φθείρει· τὰς δ' ἐν τοῖς καρποῖς ἐγχυλοτέρας καὶ μεμιγμένας τινὰς εἶναι μὴ πεπαινομένων δὲ καλῶς οὐ γίνεσθαι. Τὸ δ' ὅλον ἐν συμμετρίᾳ τινὶ τὴν μίξιν ὑπάρχειν καὶ ἐμφαίνεσθαί πως τὴν τοῦ ξηροῦ φύσιν ἐν ταῖς ὀσμαῖς. Τοῦτο γὰρ τὸ τὰς ὀσμὰς ποιοῦν ἢ πάντων ἤ τινων· ὅπερ φανερὸν εὐθὺ καὶ ἐπὶ τῆς γῆς ἐστιν ἐν τοῖς τοιούτοις ὑετοῖς. Διακεκαυμένης γὰρ ἐν τῷ θέρει τὸ θερμόν πως καὶ τὸ ὕδωρ ποιεῖ τὴν εὐωδίαν.