Ancient Greek · ~2 min
Book 6, Chapter 17
Theophrastus, De causis plantarum (lib. 2-6) 6.17.7
Not analysed yet
Ταῦτα δὲ ποιεῖ καὶ ἐν ἄλλοις. Καὶ γὰρ τὸ περὶ τὴν ἶριν λεγόμενον ὡς ὅπου ἂν κατάσχῃ ποιεῖ τὰ δένδρα καὶ τὸν τόπον εὐώδη τοιοῦτόν ἐστι· ποιεῖ γὰρ οὐ πάντως ἀλλ' ἐὰν ὕλη τις ᾖ νεόκαυτος οὐδ' ἴσως καθ' αὑτὴν ἀλλὰ τρόπον τινὰ κατὰ συμβεβηκός· ἐφύει γὰρ ὅπου ἂν ἐπιστῇ· πεπυρωμένης γὰρ τῆς ὕλης ἡ κατάμιξις ποιεῖ τινα ἀτμίδα καὶ εὐωδίαν· οὐδὲ γὰρ οὐδὲ γίνεται πλῆθος ὕδατος ἀλλ' ὡς ἐπὶ τὸ πολὺ ψεκὰς ὥστε συμμετρίαν εἶναι πρὸς τὴν θερμότητα καὶ ξηρότητα. Δεῖ δὲ καὶ αὐτὴν τὴν ὕλην ποιάν τινα προϋπάρχειν, οὐ γὰρ ἐν πάσῃ καὶ πάντως.