Ancient Greek · ~2 min
Book 6, Chapter 18
Theophrastus, De causis plantarum (lib. 2-6) 6.18.7
Not analysed yet
Ἐκεῖ μὲν οὖν αἰτιάσαιτ' ἄν τις τὴν τοῦ ποταμοῦ γειτνίασίν τε καὶ φύσιν· ἡ γὰρ ῥόα φίλυδρον καὶ μεταβάλλειν φασὶν ἐξ ὀξέος εἰς γλυκὺν ἐὰν ἔχῃ πολυϋδρίαν ὥστ' εἰ διαρρέων ὁ ποταμὸς ἅμα τῷ πλήθει καὶ τῇ ποιότητι ποιεῖ τοιαύτην μεταβολὴν οὐδὲν ἄτοπον. Ἐνταῦθα δὲ πειρᾶσθαί γέ τινα δεῖ ζητεῖν αἰτίαν ἥτις οἰκεία πρὸς τὴν εὐοσμίαν· ἔοικε δὲ μάλιστα τοιαύτη τις εἶναι συντιθεμένων εἰς ταὐτὸ πάντων οἷον τοῦ τε κοινοῦ καὶ τοῦ ἰδίου γένους τῆς μυρρίνης καὶ τοῦ ἐδάφους καὶ τοῦ ἀέρος.